Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.328 Joseph. AJ 7.333 (English) >>Joseph. AJ 7.336

7.331τοῦ δὲ Ὀροννᾶ πυθομένου τί παρείη πρὸς τὸν δοῦλον δεσπότης, εἶπεν ὠνήσασθαι παρʼ αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ θεῷ καὶ ποιήσῃ θυσίαν. δὲ καὶ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι. 7.332 δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δʼ αὐτὸν ἠξίου λαμβάνειν πάντων· οὐ γὰρ εἶναι δίκαιον προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν τι βούλεται πεντήκοντα σίκλων ὠνεῖται παρʼ αὐτοῦ τὴν ἅλω. 7.333καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δʼ εἰς ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν. 7.334ὁρῶν δʼ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετʼ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.328 Joseph. AJ 7.333 (English) >>Joseph. AJ 7.336

Powered by PhiloLogic